TLG 1649 002 :: PYTHAENETUS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 487. Frr. 1–6 Citation: Fragment — (line) | ||
t1-5 | ΑΙΓΙΝΗΤΙΚΑ. E LIBRO PRIMO. | |
1 | Tzetzes ad Lyc. 175: Ἡ αἴ‐ γινα πρότερον Οἰνώνη ἐλέγετο ἀπὸ Οἰνώνης τῆς Βου‐ δίωνος θυγατρὸς, καθά φησι Πυθαίνετος ἐν τῷ πρώτῳ τῶν Αἰγινητικῶν. | |
2 | Schol. Pind. Nem. VI, 63: [Βασσίδαισιν] Ὁ Δίδυμός φησι· Προσήκει γράφειν Βουδίδαι· γενέσθαι γάρ τινα Βουδίωνα ἐν Αἰγίνῃ, ἀφ’ οὗ κατάγεσθαι γενεὰν τὴν Βουδιδῶν· μνημονεύειν δέ φασι (φησι?) τοῦ Βουδίω‐ | |
5 | νος Πυθαίνετον ἐν πρώτῳ Αἰγινητικῶν γράφοντα οὕτως· «Περὶ δὲ ταῦτα τούτων λεγομένων λέγεται Βουδίωνα τυγχάνειν διηνεγμένον πρὸς Οἰνώνην τὴν ἑαυτοῦ θυ‐ γατέρα.» | |
---|---|---|
3 | Schol. Apoll. Rh. IV, 1712: Νῆσος ἡ Ἱππουρὶς πλησίον Θήρας. Μνημονεύει δὲ αὐτῆς καὶ Τιμοσθένης, καὶ Πυθαίνετος ἐν πρώτῳ Περὶ Αἰγίνης. | |
4 | Sch. Pind. Ol. IX, 107: Πυθαίνετος δὲ Διὶ συν‐ ελθοῦσαν Αἴγιναν γεννῆσαι Αἰακὸν καὶ Δαμοκράτειαν, ἣν γαμηθῆναι Ἄκτορι ἐν Θεσσαλίᾳ καὶ τεκεῖν Μενοί‐ τιον· ὕστερον δὲ τοῦτον εἰς Ὀποῦντα ἐλθεῖν. Συγγενὴς | |
5 | γὰρ ὑπῆρχε τοῦ Λοκροῦ. | |
5 | Schol. Pind. Nem. V, 81: Παρ’ Αἰγινήταις Δελφί‐ νιος μεὶς ἄγεται Δελφινίου Ἀπόλλωνος ἱερὸς, ἐν ᾧ ἴσως φησὶ γεγενῆσθαι τὰ Νέμεα. Πεφιλῆσθαι γάρ φησι τὸν μῆνα τοῦτον ὑπὸ τοῦ Ἀπόλλωνος. Καὶ εἴη ἂν ὁ μὴν | |
5 | οὗτος, ἐν ᾧ θύουσιν Αἰγινῆται Ἀπόλλωνι οἰκιστῇ καὶ δωματίτῃ, καθά φησι Πυθαίνετος. | |
t6 | E LIBRO TERTIO. | |
6 | Athenaeus XIII: Πυθαίνετος ἐν τρίτῳ Περὶ Αἰγίνης Περίανδρόν φησιν, ἐξ Ἐπιδαύρου τὴν Προκλέους θυγατέρα Μέλισσαν ἰδόντα, Πελοποννησια‐ κῶς ἠσθημένην (ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν, | |
5 | καὶ ᾠνοχόει τοῖς ἐργαζομένοις), ἐρασθέντα γῆμαι. | 487 |